I Am a Greek European Worldwidel Man-Now!- www.artpoeticacouvelis.blogspot.com

I Am a Greek European Worldwide Man-Now!-

www.artpoeticacouvelis.blogspot.com

Παρασκευή 8 Νοεμβρίου 2013

LITTERATURE-ΛΟΓΟΤΕΧΝΙΑ-ΟΙ ΑΡΧΑΙΕΣ ΑΚΑΡΝΑΝΙΚΕΣ ΠΟΛΕΙΣ-[Θουκυδιδου Ιστορια]- ΚΕΙΜΕΝΑ-TEXTS-Χ.Ν.Κουβελης[C.N.Couvelis}

.
.
LITTERATURE-ΛΟΓΟΤΕΧΝΙΑ
ΚΕΙΜΕΝΑ-TEXTS-Χ.Ν.Κουβελης[C.N.Couvelis}
.
.

το αρχαιο θεατρο των Οινιαδων
.
.
ΟΙ ΑΡΧΑΙΕΣ ΑΚΑΡΝΑΝΙΚΕΣ ΠΟΛΕΙΣ--[Θουκυδιδου Ιστορια]
-χ.ν.κουβελης
.
οι θεσεις των αρχαιων ακαρνανικων πολεων:
η Λιμναια στην Αμφιλοχια-οι Οινιαδες στη Κατοχη-
ο Στρατος στο Στρατο-οι Φοιτιες στη Πορτα Μπαμπινης-
τα Κοροντα στη Χρυσοβιτσα-η Μεδιων στη Κατουνα-
ο Αστακος στο Δραγαμεστο Αστακου-ο Ευριπος στον Αγιο
Παντελεημωνα Αστακου-το Θυρρειον στο Θυρρειο -
ο Εχινος στο Λουτρακι-η Τορυβεια στο Μοναστηρακι
-η Αλυζια στη Κανδηλα Μυτικα-η Λευκας στη Λευκαδα-
η Παλαιρος στη Παλαιρο Ζαβερδα-το Ανακτοριον στο
Ακτιο-η Μητροπολις στη Παλαιομανινα-οι Δηριεις στη Ριγανη-
η Φοκρεα στη Κομπωτη-το Τυρβειον ειναι το Θυρρειον
[παραφραση]-η Απολλωνια στο νησι Καλαμος-
η Εστιαια και η Λαμπη στο Αρχοντοχωρι Ζαβιτσα [η' στα
Βλυζανα]-αι Αθηναι στις Οινιαδες Εχιναδες νησοι-
η Ερυσιχη στη Πενταλοφο-η Ακρα στη Σκουρτου-
η Σαυρια στη Ριγανη-το Σολλιον απεναντι απο τη Λευκαδα-
η Ηρακλεια στο Θυρρειο Βονιτσα-οι Τειρειοι στο Ακτιο-
η Μαραθος στη Βονιτσα-το Αργος Αμφιλοχικον στην Αμφιλοχια
 -Ακριπος[]-Υπωρειαι[]-
.
αναφορες στην Ιστορια του Θουκυδιδη:
η Λιμναια,ο Στρατος[2.80]-
τούτῳ τῷ στρατῷ ἐπορεύετο Κνῆμος οὐ περιμείνας τὸ ἀπὸ Κορίνθου
ναυτικόν, καὶ διὰ τῆς ᾿Αργείας ἰόντες Λιμναίαν, κώμην ἀτείχιστον, ἐπόρ-
θησαν. ἀφικνοῦνταί τε ἐπὶ Στράτον, πόλιν μεγίστην τῆς ᾿Ακαρνανίας,
νομίζοντες, εἰ ταύτην πρώτην λάβοιεν, ῥᾳδίως σφίσι τἆλλα προσχωρήσειν.
.
το Αργος Αμφιλοχικον,ο Στρατος,η Φυτια,η Μεδεων,η Λιμναια,[3.106]
[106] Οἱ μὲν οὖν μετ᾿ Εὐρυλόχου Πελοποννήσιοι ὡς ᾔσθοντο τοὺς ἐν Ὄλπαις
Ἀμπρακιώτας ἥκοντας, ἄραντες ἐκ τοῦ Προσχίου ἐβοήθουν κατὰ τάχος, καὶ
διαβάντες τὸν Ἀχελῷον ἐχώρουν δι᾿ Ἀκαρνανίας οὔσης ἐρήμου διὰ τὴν ἐς
Ἄργος βοήθειαν, ἐν δεξιᾷ μὲν ἔχοντες τὴν Στρατίων πόλιν καὶ τὴν φρουρὰν
αὐτῶν,ἐν ἀριστερᾷ δὲ τὴν ἄλλην Ἀκαρνανίαν. καὶ διελθόντες τὴν Στρατίων
γῆν ἐχώρουν διὰ τῆς Φυτίας καὶ αὖθις Μεδεῶνος παρ᾿ ἔσχατα, ἔπειτα διὰ
Λιμναίας· καὶ ἐπέβησαν τῆς Ἀγραίων, οὐκέτι Ἀκαρνανίας, φιλίας δὲ
σφίσιν. λαβόμενοι δὲ τοῦ Θυάμου ὄρους, ὅ ἐστιν Ἀγραϊκόν, ἐχώρουν
δι᾿ αὐτοῦ καὶ κατέβησαν ἐς τὴν Ἀργείαν νυκτὸς ἤδη, καὶ διεξελθόντες
μεταξὺ τῆς τε Ἀργείων πόλεως καὶ τῆς ἐπὶ Κρήναις Ἀκαρνάνων φυλακῆς
ἔλαθον καὶ προσέμειξαν τοῖς ἐν Ὄλπαις Ἀμπρακιώταις. [107] γενόμενοι
δὲ ἁθρόοι ἅμα τῇ ἡμέρᾳ καθίζουσιν ἐπὶ τὴν Μητρόπολιν καλουμένην
καὶ στρατόπεδον ἐποιήσαντο. Ἀθηναῖοι δὲ ταῖς εἴκοσι ναυσὶν οὐ πολλῷ
ὕστερον παραγίγνονται ἐς τὸν Ἀμπρακικὸν κόλπον βοηθοῦντες τοῖς
Ἀργείοις, καὶ Δημοσθένης Μεσσηνίων μὲν ἔχων διακοσίους ὁπλίτας,
ἑξήκοντα δὲ τοξότας Ἀθηναίων. καὶ αἱ μὲν νῆες περὶ τὰς Ὄλπας τὸν λόφον
ἐκ θαλάσσης ἐφώρμουν· οἱ δὲ Ἀκαρνᾶνες καὶ Ἀμφιλόχων ὀλίγοι (οἱ γὰρ
πλείους ὑπὸ Ἀμπρακιωτῶν βίᾳ κατείχοντο) ἐς τὸ Ἄργος ἤδη ξυνεληλυθότες
παρεσκευάζοντο ὡς μαχούμενοι τοῖς ἐναντίοις, καὶ ἡγεμόνα τοῦ παντὸς
ξυμμαχικοῦ αἱροῦνται Δημοσθένη μετὰ τῶν σφετέρων στρατηγῶν. ὁ δὲ
προσαγαγὼν ἐγγὺς τῆς Ὄλπης ἐστρατοπεδεύσατο, χαράδρα δ᾿ αὐτοὺς
μεγάλη διεῖργεν. καὶ ἡμέρας μὲν πέντε ἡσύχαζον, τῇ δ᾿ ἕκτῃ ἐτάσσοντο
ἀμφότεροι ὡς ἐς μάχην. καὶ (μεῖζον γὰρ ἐγένετο καὶ περιέσχε τὸ τῶν
Πελοποννησίων στρατόπεδον) ὁ Δημοσθένης δείσας μὴ κυκλωθῇ λοχίζει
ἐς ὁδόν τινα κοίλην καὶ λοχμώδη ὁπλίτας καὶ ψιλοὺς ξυναμφοτέρους
ἐς τετρακοσίους, ὅπως κατὰ τὸ ὑπερέχον τῶν ἐναντίων ἐν τῇ ξυνόδῳ
αὐτῇ ἐξαναστάντες οὗτοι κατὰ νώτου γίγνωνται. ἐπεὶ δὲ παρεσκεύαστο
ἀμφοτέροις, ᾖσαν ἐς χεῖρας, Δημοσθένης μὲν τὸ δεξιὸν κέρας ἔχων μετὰ
Μεσσηνίων καὶ Ἀθηναίων ὀλίγων, τὸ δὲ ἄλλο Ἀκαρνᾶνες ὡς ἕκαστοι τεταγ-
μένοι ἐπεῖχον, καὶ Ἀμφιλόχων οἱ παρόντες ἀκοντισταί, Πελοποννήσιοι δὲ
καὶ Ἀμπρακιῶται ἀναμὶξ τεταγμένοι πλὴν Μαντινέων· οὗτοι δὲ ἐν τῷ εὐω-
νύμῳ μᾶλλον καὶ οὐ τὸ κέρας ἄκρον ἔχοντες ἁθρόοι ἦσαν, ἀλλ᾿ Εὐρύλοχος
ἔσχατον εἶχε τὸ εὐώνυμον καὶ οἱ μετ᾿ αὐτοῦ, κατὰ Μεσσηνίους καὶ Δημο-
σθένη. [108] ὡς δ᾿ ἐν χερσὶν ἤδη ὄντες περιέσχον τῷ κέρᾳ οἱ Πελοπον-
νήσιοι καὶ ἐκυκλοῦντο τὸ δεξιὸν τῶν ἐναντίων, οἱ ἐκ τῆς ἐνέδρας Ἀκαρ-
νᾶνες ἐπιγενόμενοι αὐτοῖς κατὰ νώτου προσπίπτουσί τε καὶ τρέπουσιν,
ὥστε μήτε ἐς ἀλκὴν ὑπομεῖναι φοβηθέντας τε ἐς φυγὴν καὶ τὸ πλέον τοῦ
στρατεύματος καταστῆσαι· ἐπειδὴ γὰρ εἶδον τὸ κατ᾿ Εὐρύλοχον καὶ ὃ κρά-
τιστον ἦν διαφθειρόμενον, πολλῷ μᾶλλον ἐφοβοῦντο. καὶ οἱ Μεσσήνιοι
ὄντες ταύτῃ μετὰ τοῦ Δημοσθένους τὸ πολὺ τοῦ ἔργου ἐπεξῆλθον. οἱ δὲ
Ἀμπρακιῶται καὶ οἱ κατὰ τὸ δεξιὸν κέρας ἐνίκων τὸ καθ᾿ ἑαυτοὺς καὶ πρὸς
 τὸ Ἄργος ἀπεδίωξαν· καὶ γὰρ μαχιμώτατοι τῶν περὶ ἐκεῖνα τὰ χωρία τυγχά-
νουσιν ὄντες. ἐπαναχωροῦντες δὲ ὡς ἑώρων τὸ πλέον νενικημένον καὶ οἱ
ἄλλοι Ἀκαρνᾶνες σφίσι προσέκειντο, χαλεπῶς διεσῴζοντο ἐς τὰς Ὄλπας,
καὶ πολλοὶ ἀπέθανον αὐτῶν, ἀτάκτως καὶ οὐδενὶ κόσμῳ προσπίπτοντες
πλὴν Μαντινέων· οὗτοι δὲ μάλιστα ξυντεταγμένοι παντὸς τοῦ στρατοῦ
ἀνεχώρησαν. καὶ ἡ μὲν μάχη ἐτελεύτα ἐς ὀψέ.
.
-το Σολλιον,ο Παλαιρος,τα Κοροντα,ο Αστακος,ο Στρατος,οι Οινιαδες
[2.30]-[2.102]
[30] Οἱ δ' ἐν ταῖς ἑκατὸν ναυσὶν ᾿Αθηναῖοι ἔτι ὄντες περὶ Πελοπόννησον
Σόλλιόν τε Κορινθίων πόλισμα αἱροῦσι καὶ παραδιδόασι Παλαιρεῦσιν
᾿Ακαρνάνων μόνοις τὴν γῆν καὶ πόλιν νέμεσθαι· καὶ ᾿Αστακόν, ἧς Εὔαρχος
ἐτυράννει, λαβόντες κατὰ κράτος καὶ ἐξελάσαντες αὐτὸν τὸ χωρίον ἐς τὴν
ξυμμαχίαν προσεποιήσαντο. ἐπί τε Κεφαλληνίαν τὴν νῆσον προσπλεύ-
σαντες προσηγάγοντο ἄνευ μάχης· κεῖται δὲ ἡ Κεφαλληνία κατὰ ᾿Ακαρνα-
νίαν καὶ Λευκάδα τετράπολις οὖσα, Παλῆς, Κράνιοι, Σαμαῖοι, Προνναῖοι.
ὕστερον δ' οὐ πολλῷ ἀνεχώρησαν αἱ νῆες ἐς τὰς ᾿Αθήνας.

[102] Οἱ δὲ ἐν Ναυπάκτῳ ᾿Αθηναῖοι τοῦ αὐτοῦ χειμῶνος, ἐπειδὴ τὸ τῶν
Πελοποννησίων ναυτικὸν διελύθη, Φορμίωνος ἡγουμένου ἐστράτευσαν,
παραπλεύσαντες ἐπ' ᾿Αστακοῦ καὶ ἀποβάντες, ἐς τὴν μεσόγειαν τῆς ᾿Ακαρ-
νανίας τετρακοσίοις μὲν ὁπλίταις ᾿Αθηναίων τῶν ἀπὸ τῶν νεῶν, τετρακοσίοις
δὲ Μεσσηνίων, καὶ ἔκ τε Στράτου καὶ Κορόντων καὶ ἄλλων χωρίων ἄνδρας
οὐ δοκοῦντας βεβαίους εἶναι ἐξήλασαν, καὶ Κύνητα τὸν Θεολύτου ἐς
Κόροντα καταγαγόντες ἀνεχώρησαν πάλιν ἐπὶ τὰς ναῦς. ἐς γὰρ Οἰνιάδας
αἰεί ποτε πολεμίους ὄντας μόνους ᾿Ακαρνάνων οὐκ ἐδόκει δυνατὸν εἶναι
χειμῶνος ὄντος στρατεύειν· ὁ γὰρ ᾿Αχελῷος ποταμὸς ῥέων ἐκ Πίνδου ὄρους
διὰ Δολοπίας καὶ ᾿Αγραίων καὶ ᾿Αμφιλόχων καὶ διὰ τοῦ ᾿Ακαρνανικοῦ πεδίου,
ἄνωθεν μὲν παρὰ Στράτον πόλιν, ἐς θάλασσαν δ' ἐξιεὶς παρ' Οἰνιάδας καὶ τὴν
πόλιν αὐτοῖς περιλιμνάζων, ἄπορον ποιεῖ ὑπὸ τοῦ ὕδατος ἐν χειμῶνι στρα-
τεύειν.κεῖνται δὲ καὶ τῶν νήσων τῶν ᾿Εχινάδων αἱ πολλαὶ καταντικρὺ Οἰνι-
αδῶν τοῦ᾿Αχελῴου τῶν ἐκβολῶν οὐδὲν ἀπέχουσαι, ὥστε μέγας ὢν ὁ ποτα-
μὸς προσχοῖαἰεὶ καὶ εἰσὶ τῶν νήσων α῏ ἠπείρωνται, ἐλπὶς δὲ καὶ πάσας οὐκ
ἐν πολλῷ τινὶἂν χρόνῳ τοῦτο παθεῖν· τό τε γὰρ ῥεῦμά ἐστι μέγα καὶ πολὺ
καὶ θολερόν,αἵ τε νῆσοι πυκναί, καὶ ἀλλήλαις τῆς προσχώσεως [τῷ μὴ
σκεδάννυσθαι]ξύνδεσμοι γίγνονται, παραλλὰξ καὶ οὐ κατὰ στοῖχον κεί-
μεναι, οὐδ' ἔχουσαιεὐθείας διόδους τοῦ ὕδατος ἐς τὸ πέλαγος. ἐρῆμοι
δ' εἰσὶ καὶ οὐ μεγάλαι.λέγεται δὲ καὶ ᾿Αλκμέωνι τῷ ᾿Αμφιάρεω, ὅτε δὴ
ἀλᾶσθαι αὐτὸν μετὰ τὸνφόνον τῆς μητρός, τὸν ᾿Απόλλω ταύτην τὴν γῆν
χρῆσαι οἰκεῖν, ὑπειπόνταοὐκ εἶναι λύσιν τῶν δειμάτων πρὶν ἂν εὑρὼν ἐν
ταύτῃ τῇ χώρᾳ κατοικίσηταιἥτις ὅτε ἔκτεινε τὴν μητέρα μήπω ὑπὸ ἡλίου
ἑωρᾶτο μηδὲ γῆ ἦν, ὡς τῆς γε ἄλλης αὐτῷ μεμιασμένης. ὁ δ' ἀπορῶν, ὥς
φασι, μόλις κατενόησε τὴν πρόσχωσιν ταύτην τοῦ ᾿Αχελῴου, καὶ ἐδόκει
αὐτῷ ἱκανὴ ἂν κεχῶσθαι δίαιτα τῷσώματι ἀφ' οὗπερ κτείνας τὴν μητέρα
οὐκ ὀλίγον χρόνον ἐπλανᾶτο. καὶ κατοικισθεὶς ἐς τοὺς περὶ Οἰνιάδας τό-
πους ἐδυνάστευσέ τε καὶ ἀπὸ ᾿Ακαρνᾶνοςπαιδὸς ἑαυτοῦ τῆς χώρας τὴν
ἐπωνυμίαν ἐγκατέλιπεν. τὰ μὲν περὶ ᾿Αλκμέωνατοιαῦτα λεγόμενα παρε-
λάβομεν.
[103] Οἱ δὲ ᾿Αθηναῖοι καὶ ὁ Φορμίων ἄραντες ἐκ τῆς ᾿Ακαρνανίας καὶ
ἀφικόμενοιἐς τὴν Ναύπακτον ἅμα ἦρι κατέπλευσαν ἐς τὰς ᾿Αθήνας, τούς τε
ἐλευθέρους τῶν αἰχμαλώτων ἐκ τῶν ναυμαχιῶν ἄγοντες, ο῏ ἀνὴρ ἀντ' ἀν-
δρὸς ἐλύθησαν, καὶ τὰςναῦς ἃς εἷλον. καὶ ὁ χειμὼν ἐτελεύτα οὗτος, καὶ
τρίτον ἔτος τῷ πολέμῳ ἐτελεύτατῷδε ὃν Θουκυδίδης ξυνέγραψεν.
.
Σε αρχαια επιγραφη [στιχοι 56-76]]απο την Επιδαυρο[περιπου
365-356 π.Χ] ειναι γραμμενα ονοματα αρχαιων ακαρνανικων πο-
λεων και πολιτων θεωροδοκων.
Ελληνες θεωροι ,επισημοι αποσταλμενοι, γυρνουσαν στις
ελληνικες πολεις να λαβουν ενισχυση για τις θεωριες,γιορτες
και αγωνες.
Ο Καταλογος των Ακαρνανικων Πολεων και των Θεωροδοκων
[365-356 π.Χ]:
[μεσα σε παρενθΕση η συμπληρωση μετα το 354 π.Χ]
.
ΑΚΑΡΝΑΝΙΑ
[ΕΝ ΛΙΜΝΑΙΑΙ ΘΩΠΙΝΑΣ ΑΡΙ[Σ]ΤΟΛΑΟΥ]
ΟΙΝΙΑΔΑΙ ΛΑΙΠΠΟΣ [ΛΥΚΟΦΡΩΝ]
 ΣΤΡΑΤΟΣ ΘΕΟΠΡΟΠΙΔΑΣ [ΦΙΛΛΟΣ]
ΦΟΙΤΙΑΙ ΣΙΣΥΡΝΟΣ
ΚΟΡΟΝΤΑΙ ΑΞΙΟΧΟΣ ΠΙΜΦΙΣ
ΜΕΔΙΩΝ ΑΡΙΣΤΙΩΝ
ΑΣΤΑΚΟΙ---- [ΚΑΛΛΙΑΣ [Ν]ΙΚΩΝΟΣ]
ΕΥΡΙΠΟΣ ΚΟΙΡΟΜΑΧΟΣ
ΘΥΡΡΕΙΟΝ ΤΑΥΡΙΣΚΟΣ
ΕΧΙΝΕΟΣ ΚΟΣΩΝ
ΤΟΡΥΒΕΙΑ ΑΝΤΑΝΔΡΟΣ ΠΡΟΞΕΝΟΣ
ΑΛΥΖΕΑ---- [ΑΡΓΕΙΟΣ ΓΟΡΓΟΥ]
ΛΕΥΚΑΣ ΤΙΜΟΦΡΑΔΗΣ
ΠΑΛΑΙΡΟΣ ΛΕΟΝΤΙΟΣ
ΑΝΑΚΤΟΡΙΟΝ--- [ΑΡΙΣΤΙΩΝ ΠΕΡΙΑΝΔΡΟΥ]
.
.
.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου