I Am a Greek European Worldwidel Man-Now!- www.artpoeticacouvelis.blogspot.com

I Am a Greek European Worldwide Man-Now!-

www.artpoeticacouvelis.blogspot.com

Παρασκευή 19 Ιουνίου 2015

GREEK POETRY-Κελαινω κορη του Λυσιστρατου επωνυμου αρχοντα των Αθηνων ως Ποτνια θηρων Λαφρια Αρτεμιδα η Αιτωλις της πολεως Καλυδωνος - POETRY-c.n.couvelis-ΠΟΙΗΜΑΤΑ-χ.ν.κουβελης

.
.
GREEK POETRY-Κελαινω κορη του Λυσιστρατου επωνυμου αρχοντα των Αθηνων
ως Ποτνια θηρων Λαφρια Αρτεμιδα η Αιτωλις της πολεως Καλυδωνος -
POETRY-c.n.couvelis-ΠΟΙΗΜΑΤΑ-χ.ν.κουβελης
.
.
















Κελαινω κορη του Λυσιστρατου επωνυμου αρχοντα των Αθηνων
ως Ποτνια θηρων Λαφρια Αρτεμιδα η Αιτωλις της πολεως
Καλυδωνος -χ.ν.κουβελης c.n.couvelis

φεγγουν τα ροδα κοκκινα
ειδωλο ισορροπης ορμης
το πουλι
στον καθρεφτη του νερου
αναπνεει η αγραμπελι
ηρεμη ακινησια

Πότνια θηρών Ελαφηβόλος
Αγραία Αγροτέρα Κυνηγέτις Καρυάτιδα Ορθία
Ιοχέαιρα Τοξία Εκατηβόλος Δαφνία Δελφινία Χρυσηλάκατος
Αγνή Καλλίστη Σώτειρα Ηγεμόνη
Σελασφόρος Θερμία Αιτωλις Μέλισσα Δενδριτις

και Κελαινω Αρτεμιτα

Χαιρε

ΚΑΛΛΙΜΑΧΟΣ: 158. – Ὕμνος εἰς Ἄρτεμιν 1-86, 259-268
Ἄρτεμιν (οὐ γὰρ ἐλαφρὸν ἀειδόντεσσι λαθέσθαι)
ὑμνέομεν, τῇ τόξα λαγωβολίαι τε μέλονται
καὶ χορὸς ἀμφιλαφὴς καὶ ἐν οὔρεσιν ἑψιάασθαι,
ἄρχμενοι ὡς ὅτε πατρὸς ἐφεζομένη γονάτεσσι
5 παῖς ἔτι κουρίζουσα τάδε προσέειπε γονῆα·
«δός μοι παρθενίην αἰώνιον, ἄππα, φυλάσσειν,
καὶ πολυωνυμίην, ἵνα μή μοι Φοῖβος ἐρίζῃ,
δὸς δ᾽ ἰοὺς καὶ τόξα — ἔα πάτερ, οὔ σε φαρέτρην
οὐδ᾽ αἰτέω μέγα τόξον· ἐμοὶ Κύκλωπες ὀϊστούς
10 αὐτίκα τεχνήσονται, ἐμοὶ δ᾽ εὐκαμπὲς ἄεμμα·
ἀλλὰ φαεσφορίην τε καὶ ἐς γόνυ μέχρι χιτῶνα
ζώννυσθαι λεγνωτόν, ἵν᾽ ἄγρια θηρία καίνω.
δὸς δέ μοι ἑξήκοντα χορίτιδας Ὠκεανίνας,
πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους.
15 δὸς δέ μοι ἀμφιπόλους Ἀμνισίδας εἴκοσι νύμφας,
αἵ τε μοι ἐνδρομίδας τε καὶ ὁππότε μηκέτι λύγκας
μήτ᾽ ἐλάφους βάλλοιμι, θοοὺς κύνας εὖ κομέοιεν.
δὸς δέ μοι οὔρεα πάντα· πόλιν δέ μοι ἥντινα νεῖμον
ἥντινα λῇς· σπαρνὸν γὰρ ὅτ᾽ Ἄρτεμις ἄστυ κάτεισιν·
20 οὔρεσιν οἰκήσω, πόλεσιν δ᾽ ἐπιμείξομαι ἀνδρῶν
μοῦνον ὅτ᾽ ὀξείῃσιν ὑπ᾽ ὠδίνεσσι γυναῖκες
τειρόμεναι καλέωσι βοηθόν, ᾗσί με Μοῖραι
γεινομένην τὸ πρῶτον ἐπεκλήρωσαν ἀρήγειν,
ὅττι με καὶ τίκτουσα καὶ οὐκ ἤλγησε φέρουσα
25 μήτηρ, ἀλλ᾽ ἀμογητὶ φίλων ἀπεθήκατο γυίων».
ὣς ἡ παῖς εἰποῦσα γενειάδος ἤθελε πατρός
ἅψασθαι, πολλὰς δὲ μάτην ἐτανύσσατο χεῖρας
μέχρις ἵνα ψαύσειε. πατὴρ δ᾽ ἐπένευσε γελάσσας,
φῆ δὲ καταρρέζων· «ὅτε μοι τοιαῦτα θέαιναι
30 τίκτοιεν, τυτθόν κεν ἐγὼ ζηλήμονος Ἥρης
χωομένης ἀλέγοιμι. φέρεν, τέκος, ὅσσ᾽ ἐθελημός
αἰτίζεις, καὶ δ᾽ ἄλλα πατὴρ ἔτι μείζονα δώσει.
τρὶς δέκα τοι πτολίεθρα καὶ οὐχ ἕνα πύργον ὀπάσσω,
τρὶς δέκα τοι πτολίεθρα, τὰ μὴ θεὸν ἄλλον ἀέξειν
35 εἴσεται, ἀλλὰ μόνην σὲ καὶ Ἀρτέμιδος καλέεσθαι·
πολλὰς δὲ ξυνῇ πόλιας διαμετρήσασθαι
μεσσόγεως νήσους τε· καὶ ἐν πάσῃσιν ἔσονται
Ἀρτέμιδος βωμοί τε καὶ ἄλσεα. καὶ μὲν ἀγυιαῖς
ἔσσῃ καὶ λιμένεσσιν ἐπίσκοπος». ὣς ὁ μὲν εἰπών
40 μῦθον ἐπεκρήηνε καρήατι. βαῖνε δὲ κούρη
Λευκὸν ἔτι Κρηταῖον ὄρος κεκομημένον ὕλῃ,
ἔνθεν ἐπ᾽ Ὠκεανόν· πολέας δ᾽ ἐπελέξατο νύμφας,
πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους·
χαῖρε δὲ Καίρατος ποταμὸς μέγα, χαῖρε δὲ Τηθύς,
45 οὕνεκα θυγατέρας Λητωίδι πέμπον ἀμορβούς.
αὖθι δὲ Κύκλωπας μετεκίαθε· τοὺς μὲν ἔτετμε
νήσῳ ἐνὶ Λιπάρῃ (λιπάρη νέον, ἀλλὰ τότ᾽ ἔσκεν
οὔνομά οἱ Μελιγουνίς) ἐπ᾽ ἄκμοσιν Ἡφαίστοιο
ἑσταότας περὶ μύδρον· ἐπείγετο γὰρ μέγα ἔργον·
50 ἱππείην τετύκοντο Ποσειδάωνι ποτίστρην.
αἱ νύμφαι δ᾽ ἔδδεισαν, ὅπως ἴδον αἰνὰ πέλωρα
πρηόσιν Ὀσσαίοισιν ἐοικότα (πᾶσι δ᾽ ὑπ᾽ ὀφρύν
φάεα μουνόγληνα σάκει ἴσα τετραβοείῳ
δεινὸν ὑπογλαύσσοντα) καὶ ὁππότε δοῦπον ἄκουσαν
55 ἄκμονος ἠχήσαντος ἐπὶ μέγα πουλύ τ᾽ ἄημα
φυσάων αὐτῶν τε βαρὺν στόνον· αὖε γὰρ Αἴτνη,
αὖε δὲ Τρινακρίη Σικανῶν ἕδος, αὖε δὲ γείτων
Ἰταλίη, μεγάλην δὲ βοὴν ἐπὶ Κύρνος ἀΰτει,
εὖθ᾽ οἵγε ῥαιστῆρας ἀειράμενοι ὑπὲρ ὤμων
60 ἢ χαλκὸν ζείοντα καμινόθεν ἠὲ σίδηρον
ἀμβολαδὶς τετύπαντες ἐπὶ μέγα μυχθίσσειαν.
τῷ σφέας οὐκ ἐτάλασσαν ἀκηδέες Ὠκεανῖναι
οὔτ᾽ ἄντην ἰδέειν οὔτε κτύπον οὔασι δέχθαι.
οὐ νέμεσις· κείνους γε καὶ αἱ μάλα μηκέτι τυτθαί
65 οὐδέποτ᾽ ἀφρικτὶ μακάρων ὁρόωσι θύγατρες.
ἀλλ᾽ ὅτε κουράων τις ἀπειθέα μητέρι τεύχοι,
μήτηρ μὲν Κύκλωπας ἑῇ ἐπὶ παιδὶ καλιστρεῖ,
Ἄργην ἢ Στερόπην· ὁ δὲ δώματος ἐκ μυχάτοιο
ἔρχεται Ἑρμείης σποδιῇ κεχριμένος αἰθῇ·
70 αὐτίκα τὴν κούρην μορμύσσεται, ἡ δὲ τεκούσης
δύνει ἔσω κόλπους θεμένη ἐπὶ φάεσι χεῖρας.
κοῦρα, σὺ δὲ προτέρω περ, ἔτι τριέτηρος ἐοῦσα,
εὖτ᾽ ἔμολεν Λητώ σε μετ᾽ ἀγκαλίδεσσι φέρουσα,
Ἡφαίστου καλέοντος ὅπως ὀπτήρια δοίη,
75 Βρόντεώ σε στιβαροῖσιν ἐφεσσαμένου γονάτεσσι,
στήθεος ἐκ μεγάλου λασίης ἐδράξαο χαίτης,
ὤλοψας δὲ βίηφι· τὸ δ᾽ ἄτριχον εἰσέτι καὶ νῦν
μεσσάτιον στέρνοιο μένει μέρος, ὡς ὅτε κόρσῃ
φωτὸς ἐνιδρυθεῖσα κόμην ἐπενείματ᾽ ἀλώπηξ.
80 τῷ μάλα θαρσαλέη σφε τάδε προσελέξαο τῆμος·
«Κύκλωπες, κἠμοί τι Κυδώνιον εἰ δ᾽ ἄγε τόξον
ἠδ᾽ ἰοὺς κοίλην τε κατακληῖδα βελέμνων
τεύξατε· καὶ γὰρ ἐγὼ Λητωιὰς ὥσπερ Ἀπόλλων.
αἰ δέ κ᾽ ἐγὼ τόξοις μονιὸν δάκος ἤ τι πέλωρον
85 θηρίον ἀγρεύσω, τὸ δέ κεν Κύκλωπες ἔδοιεν».
ἔννεπες· οἱ δ᾽ ἐτέλεσσαν· ἄφαρ δ᾽ ὡπλίσσαο, δαῖμον.
…………………………………………………………
πότνια Μουνιχίη λιμενοσκόπε, χαῖρε, Φεραίη.
260 μή τις ἀτιμήσῃ τὴν Ἄρτεμιν (οὐδὲ γὰρ Οἰνεῖ
βωμὸν ἀτιμάσσαντι καλοὶ πόλιν ἦλθον ἀγῶνες),
μηδ᾽ ἐλαφηβολίην μηδ᾽ εὐστοχίην ἐριδαίνειν
(οὐδὲ γὰρ Ἀτρεΐδης ὀλίγῳ ἐπὶ κόμπασε μισθῷ),
μηδέ τινα μνᾶσθαι τὴν παρθένον (οὐδὲ γὰρ Ὦτος,
265 οὐδὲ μὲν Ὠαρίων ἀγαθὸν γάμον ἐμνήστευσαν),
μηδὲ χορὸν φεύγειν ἐνιαύσιον (οὐδὲ γὰρ Ἱππώ
ἀκλαυτὶ περὶ βωμὸν ἀπείπατο κυκλώσασθαι)·
χαῖρε μέγα, κρείουσα, καὶ εὐάντησον ἀοιδῇ.
.
.
.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου