I Am a Greek European Worldwidel Man-Now!- www.artpoeticacouvelis.blogspot.com

I Am a Greek European Worldwide Man-Now!-

www.artpoeticacouvelis.blogspot.com

Τετάρτη 30 Σεπτεμβρίου 2015

GREEK POETRY-[Μεταφραζοντας Ομηρο]-χ.ν.κουβελης ΛΟΓΟΜΑΧΙΑ ΕΛΕΝΗΣ ΚΑΙ ΑΦΡΟΔΙΤΗΣ [Ομηρου Ιλιαδα-ραψωδια Γ'-στιχοι 379-420] μεταφραση χ.ν.κουβελης- POETRY-c.n.couvelis-ΠΟΙΗΜΑΤΑ-χ.ν.κουβελη

.
.
GREEK POETRY
[Μεταφραζοντας Ομηρο]-χ.ν.κουβελης
ΛΟΓΟΜΑΧΙΑ ΕΛΕΝΗΣ ΚΑΙ ΑΦΡΟΔΙΤΗΣ
[Ομηρου Ιλιαδα-ραψωδια Γ'-στιχοι 379-420]
μεταφραση χ.ν.κουβελης
POETRY-c.n.couvelis-ΠΟΙΗΜΑΤΑ-χ.ν.κουβελης
.
.

η Ελενη-τοιχογραφια σε καφενειο-αποσπασμα-χ.ν.κουβελης c.n.couvelis
.
.
[Μεταφραζοντας Ομηρο]-χ.ν.κουβελης
ΛΟΓΟΜΑΧΙΑ ΕΛΕΝΗΣ ΚΑΙ ΑΦΡΟΔΙΤΗΣ
[Ομηρου Ιλιαδα-ραψωδια Γ'-στιχοι 379-420]
μεταφραση χ.ν.κουβελης
.
αὐτὰρ ὃ ἂψ ἐπόρουσε κατακτάμεναι μενεαίνων
380 ἔγχεϊ χαλκείῳ· τὸν δ᾽ ἐξήρπαξ᾽ Ἀφροδίτη
ῥεῖα μάλ᾽ ὥς τε θεός, ἐκάλυψε δ᾽ ἄρ᾽ ἠέρι πολλῇ,
κὰδ δ᾽ εἷσ᾽ ἐν θαλάμῳ εὐώδεϊ κηώεντι.
Αὐτὴ δ᾽ αὖ Ἑλένην καλέουσ᾽ ἴε· τὴν δὲ κίχανε
πύργῳ ἐφ᾽ ὑψηλῷ, περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν·
385 χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα,
γρηῒ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προσέειπεν
εἰροκόμῳ, ἥ οἱ Λακεδαίμονι ναιετοώσῃ
ἤσκειν εἴρια καλά, μάλιστα δέ μιν φιλέεσκε·
τῇ μιν ἐεισαμένη προσεφώνεε δῖ᾽ Ἀφροδίτη·
390 δεῦρ᾽ ἴθ᾽· Ἀλέξανδρός σε καλεῖ οἶκον δὲ νέεσθαι.
Κεῖνος ὅ γ᾽ ἐν θαλάμῳ καὶ δινωτοῖσι λέχεσσι
κάλλεΐ τε στίλβων καὶ εἵμασιν· οὐδέ κε φαίης
ἀνδρὶ μαχεσσάμενον τόν γ᾽ ἐλθεῖν, ἀλλὰ χορὸν δὲ
ἔρχεσθ᾽, ἠὲ χοροῖο νέον λήγοντα καθίζειν.
395 Ὣς φάτο, τῇ δ᾽ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·
καί ῥ᾽ ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν
στήθεά θ᾽ ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα,
θάμβησέν τ᾽ ἄρ᾽ ἔπειτα ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε·
δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν;
400 ἦ πῄ με προτέρω πολίων εὖ ναιομενάων
ἄξεις, ἢ Φρυγίης ἢ Μῃονίης ἐρατεινῆς,
εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων·
οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαος
νικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδ᾽ ἄγεσθαι,
405 τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης;
ἧσο παρ᾽ αὐτὸν ἰοῦσα, θεῶν δ᾽ ἀπόεικε κελεύθου,
μηδ᾽ ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον,
ἀλλ᾽ αἰεὶ περὶ κεῖνον ὀΐζυε καί ἑ φύλασσε,
εἰς ὅ κέ σ᾽ ἢ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην.
410 Κεῖσε δ᾽ ἐγὼν οὐκ εἶμι· νεμεσσητὸν δέ κεν εἴη·
κείνου πορσανέουσα λέχος· Τρῳαὶ δέ μ᾽ ὀπίσσω
πᾶσαι μωμήσονται· ἔχω δ᾽ ἄχε᾽ ἄκριτα θυμῷ.
Τὴν δὲ χολωσαμένη προσεφώνεε δῖ᾽ Ἀφροδίτη·
μή μ᾽ ἔρεθε σχετλίη, μὴ χωσαμένη σε μεθείω,
415 τὼς δέ σ᾽ ἀπεχθήρω ὡς νῦν ἔκπαγλ᾽ ἐφίλησα,
μέσσῳ δ᾽ ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰ
Τρώων καὶ Δαναῶν, σὺ δέ κεν κακὸν οἶτον ὄληαι.
Ὣς ἔφατ᾽, ἔδεισεν δ᾽ Ἑλένη Διὸς ἐκγεγαυῖα,
βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ
420 σιγῇ, πάσας δὲ Τρῳὰς λάθεν· ἦρχε δὲ δαίμων
.
.
[μεταφραση χ.ν.κουβελης]
και μετα ξανα πηδηξε κατα πανω του να τον σκοτωσει
με το χαλκινο κονταρι.αυτον δε τον αρπαξε η Αφροδιτη 380
σαν θεα που ηταν μπορεσε.τον καλυψε με πυκνη ομιχλη γυρω
και στην ευωδιασμενη καμαρα της γυναικας του τον βαζει.
αυτη δε αμεσως την Ελενη να φωναξει πηγε.τη συναπαντησε
στον πυργο στα ψηλα γυρω δε Τρωαδιτισσες πληθος ηταν
με το χερι πιανοντας τ'αρωματισμενο φορεμα την τραβηξε 385
σε γριας μοιαζοντας την οψη πολυ γερασμενης της μιλησε
σε μια υφαντρα που στην Λακεδαιμωνα εμενε
κι εγνεθε λεπτα μαλλια,πολυ δε σ'αυτην αρεσε
σ'αυτην ομοιασμενη της μιλησε η θεικη Αφροδιτη
''Ελα δω.ο Αλεξανδρος σε καλει στο σπιτι να πας 390
εκεινος ειναι μεσα στη καμαρα και στο περιτεχνο κρεβατι
στην ομορφια λαμπωντας και στα ρουχα.και δεν θα'λεγες
σ'αντρα απο μαχη που μαχονταν να'ρθε,αλλα σε χορο
παει,η' απο χορο που πριν λιγο τελειωσε αναπαυεται
Ετσι ειπε,κι αυτης τοτε η καρδια στα στηθια ταραχτηκε 395
κι αμεσως λοιπον οπως καταλαβε τη θεα απ'την πανεμορφη σαρκα
 απ'τα ποθητα στηθη και απ'τα φεγγοβολα ματια
θαμπωθηκε κι αμεσως επειτα λογο της ειπε και την ονομασε.
''Δαιμονια,γιατι μ'αυτα επιθυμεις να μ'απατησεις;
η' μηπως  πρωτα σε πολεις καλα κατοικημενες 400
εμενα πας,η' στη Φρυγια η' στην Μαιονια την εξοχη
αν καποιος σε σενα και κει ειν'αγαπητος των ομιλουντων ανθρωπων
ειτε λοιπον γιατι τωρα τον θειο Αλεξανδρο ο Μενελαος
αφου νικησε θελει την απεχθη εμενα στο σπιτι να φερει
γι'αυτο λοιπον τωρα εδω σκεπτομενη απατη εμφανισθηκες 405
εσυ κοντα του σ'αυτον πηγαινε,των θεων απαρνησου το δρομο
ουτ'ακομη τα ποδια σου να στρεψεις προς τον Ολυμπο
αλλα παντοτε κοντα σ'εκεινον υποφερε και προστατεψε
μεχρι σ'αυτον εσενα η' γυναικα κανει η' σ'αυτον δουλα
Εκει δ'εγω δεν παω.ντροπη αυτο θα ηταν. 410
εκεινου να προετοιμασω το κρεβατι .οι Τρωαδιτισσες πισω μου
ολες θα το κατεκριναν.εχω δε παθη απερισκεπτα στη καρδια
Αυτην δε οργισμενη προσφωνησε η θεικη Αφροδιτη
μη μ'ερεθιζεις αθλια,μηπως θυμωμενη σε παρατησω
τοσο δε σ'εχθρευτω οσο ως τωρα υπερβολικα σ'αγαπουσα 415
αναμεσα δε στους δυο μηχανευτω εχθρα ολεθρια
Τρωων και Δαναων,εσυ δε μ'εκεινους απο κακια μοιρα αφανισθεις
Ετσι ειπε,φοβηθηκε δε η Ελενη η γεννημενη απ'τον Δια
βαδισε δε σκεπασμενη σφιχτα στο ακτινοβολο λευκο φορεμα
στη σιωπη,απ'ολες τις Τρωαδιτισσες κρυφα.προηγουνταν δε η θεα 420
.
.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου